Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.247 Joseph. AJ 5.252 (English) >>Joseph. AJ 5.257

5.250καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλʼ ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπʼ αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπʼ ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον. 5.251

Ἀβιμέλεχος δὲ τοῖς Σικιμιτῶν κακοῖς καταπλήξας τοὺς Ἰσραηλίτας μειζόνων ἐφιέμενος δῆλος ἦν καὶ μηδαμοῦ περιγράψων τὴν βίαν, εἰ μὴ πάντας ἀπολέσειεν. ἤλαυνεν οὖν ἐπὶ Θήβας καὶ τὴν μὲν πόλιν ἐξ ἐπιδρομῆς αἱρεῖ, πύργου δʼ ὄντος ἐν αὐτῇ μεγάλου, εἰς ὃν πᾶν τὸ πλῆθος συνέφυγε, πολιορκεῖν τοῦτον παρεσκευάζετο. 5.252καὶ αὐτὸν πλησίον ὁρμῶντα τῶν πυλῶν γυνὴ θραύσματι μύλης βαλοῦσα κατὰ τῆς κεφαλῆς τυγχάνει, πεσὼν δὲ Ἀβιμέλεχος τὸν ὑπασπιστὴν παρεκάλει κτείνειν αὐτόν, μὴ τῆς γυναικὸς θάνατος αὐτοῦ δόξειεν ἔργον. καὶ μὲν τὸ προσταχθὲν ἐποίει. 5.253 δὲ τοιαύτην ὑπὲρ τῆς εἰς τοὺς ἀδελφοὺς παρανομίας ποινὴν ἐξέτισε καὶ τῶν εἰς Σικιμίους αὐτῷ τετολμημένων· τούτοις δὲ κατὰ τὴν Ἰωθάμου μαντείαν συμφορὰ συνέπεσε. τὸ μέντοι σὺν Ἀβιμελέχῳ στράτευμα πεσόντος αὐτοῦ σκεδασθὲν ἀνεχώρησεν ἐπὶ τὰ οἰκεῖα. 5.254

Τῶν δὲ Ἰσραηλιτῶν τὴν ἡγεμονίαν Ἰάρης Γαλαδηνὸς ἐκ τῆς Μανασσίτιδος φυλῆς παραλαμβάνει ἀνὴρ τά τε ἄλλα εὐδαίμων καὶ παῖδας ἀγαθοὺς πεποιημένος τριάκοντα μὲν τὸν ἀριθμὸν ἱππεύειν δὲ ἀρίστους καὶ τῶν κατὰ τὴν Γαλαδηνὴν πόλεων ἀρχὰς ἐγκεχειρισμένους. οὗτος δύο καὶ εἴκοσι ἔτη τὴν ἀρχὴν κατασχὼν τελευτᾷ γηραιὸς καὶ ταφῆς ἐν Καμμὼν πόλει τῆς Γαλαδηνῆς ἀξιοῦται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.247 Joseph. AJ 5.252 (English) >>Joseph. AJ 5.257

Powered by PhiloLogic